Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.279 Joseph. AJ 11.283 (English) >>Joseph. AJ 11.288

11.281κελεύω δὲ ὑμᾶς τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἐκθέντας εἰς ἅπασαν τὴν βασιλείαν τοὺς Ἰουδαίους ἀφεῖναι τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετʼ εἰρήνης καὶ βοηθεῖν αὐτοῖς, ὅπως τοὺς ἐν οἷς ἠτύχησαν καιροῖς ἀδικήσαντας αὐτοὺς ἀμύνωνται, τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, τῇ αὐτῇ ἡμέρᾳ· 11.282ταύτην γὰρ αὐτοῖς θεὸς ἀντὶ ὀλεθρίας σωτήριον πεποίηκεν. ἔστι δʼ ἀγαθὴ τοῖς εὐνοοῦσιν ἡμῖν ὑπόμνησις δὲ τῆς τῶν ἐπιβουλευσάντων κολάσεως. 11.283εἰδέναι μέντοι γε βούλομαι καὶ πόλιν καὶ πᾶν ἔθνος, ἐὰν τῶν γεγραμμένων τινὸς παρακούσῃ, ὅτι καὶ πυρὶ καὶ σιδήρῳ δαπανηθήσεται. τὰ μέντοι γεγραμμένα προτεθήτω καθʼ ὅλης τῆς ἡμῖν ὑπηκόου χώρας, καὶ παρασκευαζέσθωσαν πάντως εἰς τὴν προγεγραμμένην ἡμέραν, ἵνα τοὺς ἐχθροὺς μετέλθωσιν.” 11.284

Οἱ μὲν οὖν ἱππεῖς οἱ τὰς ἐπιστολὰς διακομίζοντες εὐθὺς ἐξορμήσαντες τὴν προκειμένην ὁδὸν ἤνυον. δὲ Μαρδοχαῖος ὡς ἀναλαβὼν τὴν βασιλικὴν στολὴν καὶ τὸν στέφανον τὸν χρυσοῦν καὶ τὸν στρεπτὸν περιθέμενος προῆλθεν, ἰδόντες αὐτὸν οὕτως τετιμημένον ὑπὸ τοῦ βασιλέως οἱ ἐν Σούσοις ὄντες Ἰουδαῖοι κοινὴν ὑπέλαβον τὴν εὐπραγίαν αὐτοῦ. 11.285χαρὰ δὲ καὶ σωτήριον φέγγος ἐκτιθεμένων τῶν τοῦ βασιλέως γραμμάτων καὶ τοὺς κατὰ πόλιν τῶν Ἰουδαίων καὶ τοὺς κατὰ χώραν ἐπεῖχεν, ὡς πολλὰ καὶ τῶν ἄλλων ἐθνῶν διὰ τὸν ἐκ τῶν Ἰουδαίων φόβον περιτεμνόμενα τὴν αἰδῶ τὸ ἀκίνδυνον αὐτοῖς ἐκ τούτου πραγματεύσασθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.279 Joseph. AJ 11.283 (English) >>Joseph. AJ 11.288

Powered by PhiloLogic